Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.18 Dem. 19.21 (English) >>Dem. 19.24

19.20ἔφη γὰρ ἥκειν πεπεικὼς Φίλιππον ἅπανθʼ ὅσα συμφέρει τῇ πόλει, καὶ περὶ τῶν ἐν Ἀμφικτύοσι καὶ περὶ τῶν ἄλλων ἁπάντων, καὶ διεξῆλθε λόγον μακρὸν ὑμῖν, ὃν κατὰ Θηβαίων εἰπεῖν πρὸς Φίλιππον ἔφη, καὶ τὰ κεφάλαιʼ ἀπήγγελλε πρὸς ὑμᾶς, καὶ ἀπελογίζετʼ ἐκ τῶν αὑτῷ πεπρεσβευμένων δυοῖν τριῶν ἡμερῶν ὑμᾶς, μένοντας οἴκοι καὶ οὐ στρατευομένους οὐδʼ ἐνοχλουμένους, Θήβας μὲν πολιορκουμένας αὐτὰς καθʼ αὑτὰς χωρὶς τῆς ἄλλης Βοιωτίας ἀκούσεσθαι, 19.21Θεσπιὰς δὲ καὶ Πλαταιὰς οἰκιζομένας, τῷ θεῷ δὲ τὰ χρήματʼ εἰσπραττόμενʼ οὐ παρὰ Φωκέων, ἀλλὰ παρὰ Θηβαίων τῶν βουλευσάντων τὴν κατάληψιν τοῦ ἱεροῦ· διδάσκειν γὰρ αὐτὸς ἔφη τὸν Φίλιππον ὅτι οὐδὲν ἧττον ἠσεβήκασιν οἱ βεβουλευκότες τῶν ταῖς χερσὶ πραξάντων, καὶ διὰ τοῦτο χρήμαθʼ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι. 19.22ἀκούειν δὲ καὶ τῶν Εὐβοέων ἐνίων ἔφη πεφοβημένων καὶ τεταραγμένων τὴν πρὸς τὴν πόλιν οἰκειότητα Φιλίππῳ γεγενημένην, ὅτιοὐ λελήθαθʼ ἡμᾶς, ἄνδρες πρέσβεις, ἐφʼ οἷς πεποίησθε τὴν εἰρήνην πρὸς Φίλιππον, οὐδʼ ἀγνοοῦμεν ὅτι ὑμεῖς μὲν Ἀμφίπολιν δεδώκατʼ ἐκείνῳ, Φίλιππος δʼ ὑμῖν Εὔβοιαν ὡμολόγηκεν παραδώσειν.” εἶναι μέντοι τι καὶ ἄλλο διῳκημένον αὑτῷ, οὐ μήν πω τοῦτο βούλεσθαι λέγειν· καὶ γὰρ νῦν φθονεῖν τινὰς αὑτῷ τῶν συμπρέσβεων. ὑπῃνίττετο δʼ οὕτω καὶ παρεδήλου τὸν Ὠρωπόν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.18 Dem. 19.21 (English) >>Dem. 19.24

Powered by PhiloLogic